Skip to content
from the September 2011 issue: Homage

Τίμων καὶ Νεύτων

Τίμων καὶ Νεύτων ποτ’ ἐρίζετον εἵνεκ’ ὀπωρῶν.
Μῆλον ἄριστον, ἔφη Νεύτων, ὅτι μοι βαρυτῆτα
δεῖξέ ποθ’ εὕδοντι γλυκέως σκιερᾷ ὑπὸ μηλέῃ.
Τὸν δ’ ἀπαμειβόμενος προσέφη Τίμων κακόμυθος
σκαιέ, δοκησίσοφ’, ἠλίθιε, βλάξ, σχέτλιε Νεύτων,
νὴ Δία, γλαῦκας ἔοικε κομίζειν κλεινὸν ἐς ἄστυ
ὡς λόγος• οὐδὲν γὰρ καινὸν φαίνεις περὶ τούτων.
οἱ γὰρ ἀπαγξάμενοι ἀπὸ συκέης πάντες ἔραζε
νεκροὶ κ’ ἄπνοες ἐκ κλώνων ὀρθοὶ τανύοντο,
ἄλλος δ’ ὡς Ἴκαρος τούτων οὐδείς ποτ’ ἀπέπτη•
συκῆ ἄρα προέφηνέ μοι ἣν σὺ καλεῖς βαρυτῆτα.
Σῦκον ἄριστον ἐγὼ καλέω, σὺ δ’ ἐὰν ἐθέλῃσθα
εὗδ’ ὑπὸ δένδρον, ἐγὼ δ’ ἐγερῶ σ’ αὖ μηλοβολήσας!

 
 

September 2011
Homage
Like what you read? Help WWB bring you the best new writing from around the world.