Skip to content
from the September 2011 issue

Τιμωνιάς

Ἄνδρα μοι ἔννεπε, Mοῦσα, κακότροπον, ὃς μάλα πολλὰ
πλάγχθη ἄοικος, ἐπεὶ συκῆν οὔ πω κατέκοψε
πολλῶν δ’ ἀνθρώπων κακὰ ἤθεα πολλὰ κατέγνω
πολλὰ  δ’ ὅ γ’ εἰν ἄστει πάθεν ἄλγεα ὃν κατὰ θυμὸν
ἀρνύμενος ἣν μὲν συκῆν ἰδ’ ἑταίρων χύτραν
ἀλλ’ οὐδ’ ὣς αὑτόν γ’ ἐρρύσατο ἱέμενός περ
αὐτοῦ γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλωλε
νήπιος, ὃς κατὰ βοῦς ἰδὲ κ’ αἶγας καὶ ὃν πλοῦτον
ἤσθιε, αὐτὰρ ἑταῖροι ἀφεῖλον πάντα τὰ λοιπὰ
τῶν ἁμόθεν γε, θεά, χαριέντως εἰπὲ καὶ ἡμῖν

Read more from the September 2011 issue
Like what you read? Help WWB bring you the best new writing from around the world.